Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.135 Joseph. AJ 14.141 (English) >>Joseph. AJ 14.145

14.139καὶ Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἀρχιερέα.” δʼ αὐτὸς οὗτος Στράβων καὶ ἐν ἑτέροις πάλιν ἐξ Ὑψικράτους ὀνόματος λέγει οὕτως· “τὸν δὲ Μιθριδάτην ἐξελθεῖν μόνον, κληθέντα δʼ εἰς Ἀσκάλωνα Ἀντίπατρον ὑπʼ αὐτοῦ τὸν τῆς Ἰουδαίας ἐπιμελητὴν τρισχιλίους αὐτῷ στρατιώτας συμπαρασκευάσαι καὶ τοὺς ἄλλους δυνάστας προτρέψαι, κοινωνῆσαι δὲ τῆς στρατείας καὶ Ὑρκανὸν τὸν ἀρχιερέα.” ταῦτα μὲν Στράβων φησίν. 14.140

Ἐλθὼν δὲ καὶ Ἀντίγονος Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς διʼ αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς Ἀριστόβουλος καὶ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων. 14.141παρὼν δʼ Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατʼ αὐτοῦ γεγενημένην, νεωτεριστὰς δʼ ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς στρατεύμασιν ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς. 14.142δικαίως τε ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δʼ ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλʼ οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν τοῦ δράσαντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.135 Joseph. AJ 14.141 (English) >>Joseph. AJ 14.145

Powered by PhiloLogic